Tοῦ Ὁσίου Πατρὸς ἡμῶν Παρθενίου τοῦ Χίου
Τοῖς ἐπιποθοῦσι τὸν τῆς κατὰ Θεὸν τελειότητα βίον προτρέπει ὁ Δεσποτικὸς λόγος: «Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι» (Ματθ. ΙΘ´, 21). Καὶ ἀλλαχοῦ: «Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας· ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακε πάντα ὅσα εἶχε καὶ ἠγόρασεν αὐτόν» (Ματθ. ΙΓ’, 45-46). Οἱ Ὅσιοι Πατέρες ἔφθασαν εἰς τὴν τελειότητα ταύτην, πωλήσαντες καὶ διαθέσαντες ἅπαντα τὰ τερπνὰ τοῦ βίου τούτου καὶ ἀγοράσαντες τὸν πολύτιμον Μαργαρίτην τῆς Οὐρανίου Βασιλείας.