ΣΥΝΟΔΙΚΗ ΠΡΑΞΙΣ ΑΓΙΟΚΑΤΑΤΑΞΕΩΣ
Τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παχωμίου τοῦ Χίου
Ὁ φιλῶν τοὺς Αὐτὸν φιλοῦντας (πρβλ. Παροιμ. η’ 17) καὶ δοξάζων τοὺς Αὐτὸν δοξάζοντας Παντοκράτωρ Κύριος (πρβλ. Α’ Βασιλ. β’ 30), ἀναδεικνύει ἐκ τοῦ Πληρώματος τῆς Ἐκκλησίας, ὅσους οὐκέτι ἁπλῶς δούλους πιστοὺς καλεῖ, οὐδὲ ἐργάτας ἀγαθούς, ἀλλὰ φίλους Αὐτοῦ γενομένους, πλουτίζει χαρίσμασι θαυμάτων καὶ ὑποδείγματα πρὸς μίμησιν ὑπὸ τῶν πιστῶν καθιστᾶ. Ἡμεῖς δὲ τὰ σημεῖα ταῦτα τῆς ἁγιότητος τῶν φίλων τοῦ Θεοῦ ὁρῶντες, πρὸς ἀρετὴν παρακινούμεθα καὶ τούτους ἐπικαλούμεθα, ὡς ἀληθῶς παρρησίαν ἔχοντας πρὸς τὸν Θεόν, ὅπως πρεσβεύωσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.